Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.223 | Joseph. BJ 7.231 (English) | >>Joseph. BJ 7.238 |
7.228Ἀντίοχος δὲ τῆς ἀγγελίας ἀδοκήτως προσπεσούσης πολέμου μὲν οὐδὲ ἐπίνοιαν πρὸς Ῥωμαίους ἔσπασεν , ἔγνω δὲ πᾶσαν τὴν βασιλείαν ὡς εἶχεν ἐπὶ σχήματος καταλιπὼν μετὰ γυναικὸς καὶ τέκνων ὑπεξελθεῖν , οὕτως ἂν οἰόμενος καθαρὸν Ῥωμαίοις αὑτὸν ἀποδεῖξαι τῆς ἐπενηνεγμένης αἰτίας .
7.229καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκατὸν σταδίους πρὸς τοῖς εἴκοσιν εἰς τὸ πεδίον ἐν αὐτῷ καταυλίζεται .
7.230
οὐ μὴν ὁ βασιλεὺς οὐδʼ ὑπὸ τῆς ἀνάγκης προήχθη πρᾶξαί τι πρὸς Ῥωμαίους πολεμικόν , ἀλλὰ τὴν αὐτοῦ τύχην ὀδυρόμενος ὅ τι δέοι παθεῖν ὑπέμενε ·
7.232νέοις δὲ καὶ πολέμων ἐμπείροις καὶ ῥώμῃ σωμάτων διαφέρουσιν οὐ ῥᾴδιον ἦν τοῖς παισὶν αὐτοῦ τὴν συμφορὰν ἀμαχεὶ καρτερεῖν · τρέπονται οὖν πρὸς ἀλκὴν Ἐπιφανής τε καὶ Καλλίνικος .
7.233σφοδρᾶς δὲ τῆς μάχης καὶ παρʼ ὅλην τὴν ἡμέραν γενομένης αὐτοὶ τὴν ἀνδρείαν διαπρεπῆ παρέσχον καὶ μηδὲν ἐλαττωθείσῃ τῇ σφετέρᾳ δυνάμει ἑσπέρᾳ διελύθησαν .
7.234Ἀντιόχῳ δʼ οὐδʼ ἐπὶ τῇ μάχῃ τοῦτον κεχωρηκυίᾳ τὸν τρόπον μένειν ἀνεκτὸν ἐδόκει , λαβὼν δὲ τὴν γυναῖκα καὶ τὰς θυγατέρας μετʼ ἐκείνων ἐποιεῖτο τὴν φυγὴν εἰς
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.223 | Joseph. BJ 7.231 (English) | >>Joseph. BJ 7.238 |